65 messages over 9 pages: << Previous 1 2 3 4 5 6 7 ... 8 9
JW Hexaglot Senior Member United States youtube.com/user/egw Joined 6122 days ago 1802 posts - 2011 votes 22 sounds Speaks: English*, German, Spanish, Ancient Greek, French, Biblical Hebrew Studies: Luxembourgish, Dutch, Greek, Italian
| Message 65 of 65 17 May 2010 at 1:59am | IP Logged |
Here is something I find extremely cool. This is a Greek Orthodox chant of Psalm 134 from the Septuagint. I love the rhythm and what a great way to learn Koine Greek pronunciation:
http://www.youtube.com/user/GreekOrthodox#p/search/0/vEBFXCU 4gqA
This is the text (althought note that᾿Αλληλούια is chanted after every verse):
Δοῦλοι, Κύριον, ᾿Αλληλούια. ΑΙΝΕΙΤΕ τὸ ὄνομα Κυρίου, αἰνεῖτε, δοῦλοι, Κύριον, 2 οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν. 3 αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸς Κύριος· ψάλατε τῷ ὀνόματι αὐτοῦ, ὅτι καλόν· 4 ὅτι τὸν ᾿Ιακὼβ ἐξελέξατο ἑαυτῷ ὁ Κύριος, ᾿Ισραὴλ εἰς περιουσιασμὸν ἑαυτῷ. 5 ὅτι ἐγὼ ἔγνωκα ὅτι μέγας ὁ Κύριος, καὶ ὁ Κύριος ἡμῶν παρὰ πάντας τοὺς θεούς. 6 πάντα, ὅσα ἠθέλησεν ὁ Κύριος ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, ἐν ταῖς θαλάσσαις καὶ ἐν πάσαις ταῖς ἀβύσσοις· 7 ἀνάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς, ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν· ὁ ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ, 8 ὃς ἐπάταξε τὰ πρωτότοκα Αἰγύπτου ἀπὸ ἀνθρώπου ἕως κτήνους. 9 ἐξαπέστειλε σημεῖα καὶ τέρατα ἐν μέσῳ σου, Αἴγυπτε, ἐν Φαραὼ καὶ ἐν πᾶσι τοῖς δούλοις αὐτοῦ. 10 ὃς ἐπάταξεν ἔθνη πολλὰ καὶ ἀπέκτεινε βασιλεῖς κραταιούς. 11 τὸν Σηὼν βασιλέα τῶν ᾿Αμορραίων καὶ τὸν ῍Ωγ βασιλέα τῆς Βασὰν καὶ πάσας τὰς βασιλείας Χαναάν, 12 καὶ ἔδωκε τὴν γῆν αὐτῶν κληρονομίαν, κληρονομίαν ᾿Ισραὴλ λαῷ αὐτοῦ. 13 Κύριε, τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν. 14 ὅτι κρινεῖ Κύριος τὸν λαὸν αὐτοῦ καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληθήσεται. 15 τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων· 16 στόμα ἔχουσι καὶ οὐ λαλήσουσιν, ὀφθαλμοὺς ἔχουσι καὶ οὐκ ὄψονται, 17 ὦτα ἔχουσι καὶ οὐκ ἐνωτισθήσονται, οὐδὲ γάρ ἐστι πνεῦμα ἐν τῷ στόματι αὐτῶν. 18 ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ᾿ αὐτοῖς. 19 οἶκος ᾿Ισραήλ, εὐλογήσατε τὸν Κύριον· οἶκος ᾿Ααρών, εὐλογήσατε τὸν Κύριον. 20 οἶκος Λευΐ, εὐλογήσατε τὸν Κύριον· οἱ φοβούμενοι τὸν Κύριον, εὐλογήσατε τὸν Κύριον, 21 εὐλογητὸς Κύριος ἐκ Σιών, ὁ κατοικῶν ῾Ιερουσαλήμ.
Edited by JW on 17 May 2010 at 2:03am
2 persons have voted this message useful
|
If you wish to post a reply to this topic you must first login. If you are not already registered you must first register
You cannot post new topics in this forum - You cannot reply to topics in this forum - You cannot delete your posts in this forum You cannot edit your posts in this forum - You cannot create polls in this forum - You cannot vote in polls in this forum
This page was generated in 0.1090 seconds.
DHTML Menu By Milonic JavaScript
|